Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.395 Joseph. AJ 8.399 (English) >>Joseph. AJ 8.403

8.397ἦν δὲ ἐκ μὲν τῆς Ἰούδα φυλῆς στρατὸς ὁπλιτῶν μυριάδες τριάκοντα, ὧν Ἐδναῖος τὴν ἡγεμονίαν εἶχεν, Ἰωάννης δὲ μυριάδων εἴκοσι. δʼ αὐτὸς οὗτος ἡγεμὼν κἀκ τῆς Βενιαμίτιδος φυλῆς εἶχε τοξοτῶν πεζῶν μυριάδας εἴκοσι, ἄλλος δʼ ἡγεμὼν Χάβαθος ὄνομα μυριάδας ὁπλιτῶν ὀκτωκαίδεκα τὸ πλῆθος τῷ βασιλεῖ προσένειμε, πάρεξ ὧν εἰς τὰς ὀχυρωτάτας διέπεμψε πόλεις. 8.398

Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δʼ αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται· 8.399τοῦ γὰρ πατρὸς αὐτὴν τοῦ αὐτοῦ πρῶτον τυγχάνουσαν ἀφῃρῆσθαι τὸν ἐκείνου πατέρα. τοῦ δὲ Ἰωσαφάτου τὴν βοήθειαν ἐπαγγειλαμένου, καὶ γὰρ εἶναι δύναμιν αὐτῷ μὴ ἐλάττω τῆς ἐκείνου, καὶ μεταπεμψαμένου τὴν δύναμιν ἐξ Ἱεροσολύμων εἰς Σαμάρειαν, προεξελθόντες ἔξω τῆς πόλεως οἱ δύο βασιλεῖς καθίσαντες ἐπὶ τοῦ ἰδίου θρόνου ἑκάτερος τοῖς οἰκείοις στρατιώταις τὸ στρατιωτικὸν διένεμον. 8.400Ἰωσαφάτης δʼ ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντʼ αὐτοὺς ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατʼ ἐκεῖνον τὸν καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν· καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφʼ οὗ λαβὼν αὐτὸν αἰχμάλωτον ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.395 Joseph. AJ 8.399 (English) >>Joseph. AJ 8.403

Powered by PhiloLogic